Add parallel Print Page Options

76 καὶ σὺ [a]δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ [b]ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς [c]ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:76 δέ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:76 ἐνώπιον WH NIV ] πρὸ προσώπου Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:78 ἐπισκέψεται WH NIV ] ἐπεσκέψατο Treg RP